Add parallel Print Page Options

33 [a]Καὶ γενομένης ὥρας ἕκτης σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. 34 καὶ τῇ [b]ἐνάτῃ ὥρᾳ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ [c]μεγάλῃ· Ἐλωῒ ἐλωῒ [d]λεμὰ σαβαχθάνι; ὅ ἐστιν μεθερμηνευόμενον Ὁ θεός μου ὁ θεός μου, εἰς τί [e]ἐγκατέλιπές με; 35 καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον· [f]Ἴδε Ἠλίαν φωνεῖ. 36 δραμὼν δέ [g]τις καὶ γεμίσας σπόγγον ὄξους [h]περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν, λέγων· Ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν. 37 ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν. 38 καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπ’ ἄνωθεν ἕως κάτω. 39 ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι [i]οὕτως ἐξέπνευσεν εἶπεν· Ἀληθῶς [j]οὗτος ὁ ἄνθρωπος υἱὸς [k]θεοῦ ἦν.

40 Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν [l]αἷς καὶ [m]Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία [n]ἡ Ἰακώβου τοῦ μικροῦ καὶ [o]Ἰωσῆτος μήτηρ καὶ Σαλώμη, 41 [p]αἳ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.

42 Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν παρασκευή, ὅ ἐστιν [q]προσάββατον, 43 [r]ἐλθὼν Ἰωσὴφ [s]ὁ ἀπὸ Ἁριμαθαίας εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ θεοῦ, τολμήσας εἰσῆλθεν πρὸς [t]τὸν Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 44 ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ [u]πάλαι ἀπέθανεν· 45 καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ [v]πτῶμα τῷ Ἰωσήφ. 46 καὶ ἀγοράσας [w]σινδόνα καθελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι καὶ [x]ἔθηκεν αὐτὸν ἐν [y]μνημείῳ ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. 47 ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία [z]ἡ Ἰωσῆτος ἐθεώρουν ποῦ [aa]τέθειται.

16 Καὶ διαγενομένου τοῦ σαββάτου [ab]Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία [ac]ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. καὶ λίαν πρωῒ [ad]τῇ μιᾷ τῶν σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον ἀνατείλαντος τοῦ ἡλίου. καὶ ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον [ae]ἐκ τῆς θύρας τοῦ μνημείου; καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι [af]ἀποκεκύλισται ὁ λίθος, ἦν γὰρ μέγας σφόδρα. καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. ὁ δὲ λέγει αὐταῖς· Μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν· ἀλλὰ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι Προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου, εἶχεν [ag]γὰρ αὐτὰς τρόμος καὶ ἔκστασις· καὶ οὐδενὶ οὐδὲν εἶπαν, ἐφοβοῦντο [ah]γάρ.

Other Endings of Mark

Intermediate Ending

[[Πάντα δὲ τὰ παρηγγελμένα τοῖς περὶ τὸν Πέτρον συντόμως ἐξήγγειλαν. μετὰ δὲ ταῦτα καὶ αὐτὸς ὁ Ἰησοῦς ἀπὸ ἀνατολῆς καὶ ἄχρι δύσεως ἐξαπέστειλεν δι’ αὐτῶν τὸ ἱερὸν καὶ ἄφθαρτον κήρυγμα τῆς αἰωνίου σωτηρίας. ἀμήν.]]

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:33 Καὶ γενομένης WH Treg NIV ] Γενομένης δὲ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:34 ἐνάτῃ ὥρᾳ WH Treg NIV ] ὥρᾳ τῇ ἐνάτῃ RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:34 μεγάλῃ WH Treg NIV ] + λέγων RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:34 λεμὰ NIV ] λαμὰ WH Treg; λιμὰ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:34 ἐγκατέλιπές με WH Treg NIV ] με ἐγκατέλιπες RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:35 Ἴδε WH Treg NIV ] Ἰδού RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:36 τις καὶ Treg NIV] τις WH; εἷς καὶ RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:36 περιθεὶς WH Treg NIV ] + τε RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:39 οὕτως WH NA ] + κράξας Treg NIV RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:39 οὗτος ὁ ἄνθρωπος WH Treg NIV ] ὁ ἄνθρωπος οὗτος RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:39 θεοῦ ἦν WH NIV ] ἦν θεοῦ Treg RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:40 αἷς WH NIV ] + ἦν Treg RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:40 Μαρία Treg NIV RP ] Μαριὰμ WH
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:40 WH Treg NIV ] + τοῦ RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:40 Ἰωσῆτος WH Treg NIV ] Ἰωσῆ RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:41 αἳ WH NIV ] + καί Treg RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:42 προσάββατον WH NIV RP ] πρὸς σάββατον Treg
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:43 ἐλθὼν WH Treg NIV ] ἦλθεν RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:43 Treg NIV RP ] – WH
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:43 τὸν WH Treg NIV ] – RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:44 πάλαι NIV RP ] ἤδη WH Treg
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:45 πτῶμα WH Treg NIV ] σῶμα RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:46 σινδόνα WH Treg NIV ] + καὶ RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:46 ἔθηκεν WH Treg NIV ] κατέθηκεν RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:46 μνημείῳ Treg NIV RP ] μνήματι WH
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:47 ἡ Ἰωσῆτος WH Treg NIV ] Ἰωσῆ RP
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:47 τέθειται WH Treg NIV ] τίθεται RP
  28. ΚΑΤΑ ΜΑΡΚΟΝ 16:1 Μαρία Treg NIV RP ] ἡ Μαρία WH
  29. ΚΑΤΑ ΜΑΡΚΟΝ 16:1 ἡ τοῦ WH Treg NIV ] – RP
  30. ΚΑΤΑ ΜΑΡΚΟΝ 16:2 τῇ μιᾷ τῶν WH NIV ] μιᾷ τῶν Treg; τῆς μιᾶς RP
  31. ΚΑΤΑ ΜΑΡΚΟΝ 16:3 ἐκ WH NIV RP ] ἀπὸ Treg
  32. ΚΑΤΑ ΜΑΡΚΟΝ 16:4 ἀποκεκύλισται NIV RP ] ἀνακεκύλισται WH Treg
  33. ΚΑΤΑ ΜΑΡΚΟΝ 16:8 *γὰρ WH Treg NIV ] δὲ RP
  34. ΚΑΤΑ ΜΑΡΚΟΝ 16:8 *γάρ WH NA] + 9–20 Treg RP; + Intermediate ending and 9–20 NIV.